Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 461
Not analysed yet
461. εἰ μὴ τούσδε γε στέρξεις νόμους: εἰ μὴ ἔμελλες καὶ αὐτὴ κατὰ τὸ λοιπὸν ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ βουλεύειν τοῖς θεοῖς πᾶσιν ἐπ᾿ ἴσης δηλαδὴ πᾶσιν ἀνθρώποις, ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ ὡρισμένοις τισί σε παραγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων, οἷον οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκειμένην θεοῖς ἢ καὶ πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή. A.