Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 47
Not analysed yet
47. ἡ δ᾿ εὐκλεὴς μέν: ἐγῶ μὲν φιλῶ αὐτήν. B. Μίνωος γάρ ἐστι θυγάτηρ, Θησέως δὲ γυνή. ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ, Μίνωος δὲ θυγάτηρ, εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ ἀπολεῖται, καίκερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον, ὅτι πάσαις ταῖς ἀφ᾿ Ἡλίου γενομέναις ἐμήνισεν Ἀφροδίτη διὰ τὴν μηνυθεῖσαν αὐτῆς ὑφ᾿ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παῤ ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφ᾿ Ἡλίου, παῤ Ἱππολύτου δὲ, ὅτι τὰ περὶ αὐτὴν οὐκ εἶχεν ἐν τιμῇ ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας ὁμιλίαν.