Ancient Greek · ~2 min
48 to 56
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 48-56
Not analysed yet
48. τὸ γὰρ τῆσδ᾿ οὐ προτιμήσω: οὐ τὸ ταύτης κακὸν ἔμπροσθεν θήσομαι, τὸ μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ οὐ φροντίσασα τῆς ἀπωλείας αὐτῆς τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι. Ἄλλως. οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης ἀπώλειαν, καὶ τὸ μὴ τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι. 53. βήσομαι δόμων: γράφεται τόπων. B. I. 54. ὀπισθόπους: ὁ ἑπόμενος χορός. 55. κῶμος: χορὸς ἢ ὕμνος. B. M. I. λέλακεν: βοᾷ, ὑμνεῖ. B. I. 56. οὐ γὰρ οἶδ᾿ ἀνεῳγμένας πύλας: οὐκ ἐπίσταται, φησὶν, ὅτι ἕτοιμος αὐτῷ ὁ θάνατός ἐστιν.