Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 480
Not analysed yet
480. ἦ τἄρα γ᾿ ὀψέ: βραδέως ἂν οἱ ἄνδρες νοηθεῖεν παρά τινος. εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν. εἰ γὰρ αἱ γυναῖκες ἀπορήσομεν πανουργιῶν, πόσῳ μᾶλλον οὐκ εἰς ἔσχατον ἀμηχανίας περιπεσοῦνται οἱ ἄνδρες. ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέδοται τοῖς ἀνδράσιν, οὕτως τὸ πανουργεῖν καὶ μηχανὰς ἐξευρίσκειν ταῖς γυναιξί.