Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 482
Not analysed yet
482. Φαίδρα, λέγει: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος χρησιμώτερά σου λέγει ἡ τροφὸς ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ ζῆν σοι προξενεῖ. σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς δὲ εἶπε τὸ δυστυχέστερος, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς κεκτημένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην, τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν ἔπαινον τὸν οὐχ ἡδονὴν προξενοῦντα κατὰ τοὺς ἄλλους ἐπαίνους τοῖς ἀκούουσιν, ἀλλὰ θάνατον.