Ancient Greek
520 to 524
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 520-524
Not analysed yet
520. μή μοί τι: φοβοῦμαι μὴ ἐπ᾿ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύσασα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ᾿ ἐμοῦ ἔρωτα. 521. ἔασον, ὦ παῖ: οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκε, καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν, διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν, ἐγὼ ταῦτα θήσω καλῶς, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις. 524. τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ᾿ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσιν. ὁ δὲ νοῦς· τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει ἄρα ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν. Ἄλλως. οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας· ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον.