Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 525
Not analysed yet
525. Ἔρως Ἔρως: λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων, ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς καὶ τὴν γλυκεῖαν ἡδονὴν, καθ᾿ ὧν ἂν ψυχῶν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου γλυκεῖάν τινα ἡδονὴν εἰσάγων ταῖς ψυχαῖς ἐκείνων, καθ᾿ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν, τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτιθεὶς ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως, Ἔρως, ὃς κατ᾿ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης. οὐ πάντη δὲ ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐπὶ κακῷ. εἰσὶ γὰρ καὶ ἀρετῶν ἔρωτες. A. B. I. ὅ: τὸ ὅ προτακτικὸν ἀντὶ τοῦ ὅς ὑποτακτικοῦ ἄρθρου. A. B.