Ancient Greek
527 to 529
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 527-529
Not analysed yet
527. ψυχᾷ χάριν οἷς: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γὰρ εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνάματα οἰκεῖα ἔρωτι. A. 528. μή μοί ποτε σὺν κακῷ: οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσιν ἔρωτες. A. M. 529. μηδ᾿ ἄρρυθμος: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς ἰάσεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές.