Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 530
Not analysed yet
530. οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν, οἷον ἵησιν ἐκ χειρὸς ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης. ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων. Ἄλλως. ἡ μὲν τοῦ πυρὸς βολὴ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος χεῖρόν ἐστι τοῦ σοῦ βέλους.