Ancient Greek
535 to 543
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 535-543
Not analysed yet
535. ἄλλως: μάτην θύομεν Διὶ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον, καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα, καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ. 538. τὸν τύραννον: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπεὶ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, πόνον δὲ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται, ἐπίδειξιν τῆς δυναστείας ποιούμενος. 541. κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων. δι᾿ ἔρωτος γὰρ ἀφροδισιάζομεν, καὶ τότε καθ᾿ αὑτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ. 543. ἰόντα συμφορᾶς: ἰέναι ποιοῦντα καὶ διὰ παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοῖς ἀνθρώποις, ὅταν ἔλθῃ. A.