Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 58
Not analysed yet
58. ἕπεσθ᾿ ᾄδοντες: τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σελίνῳ, οἱ δὲ λωτῷ στέφεσθαί φασι. A. B. M. I. δικταμνόν φασιν ἐν Κρήτῃ μόνῃ· τοῦτο δὲ καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως τίκτειν. B. I. ἕπεσθ᾿ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτόν φασιν ᾄδειν. ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροι δέ εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ ποιμένες. ἐνταῦθα μὲν οὖν δύναται προαποχρήσασθαι τοῖς ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ ἐπεισάγει τοῦτο τὸ ἄθροισμα, ὡς καὶ ἐν τῇ Ἀντιόπῃ δύο χοροὺς εἰσάγει, τόν τε Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Θήβης ἢ Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν “Χορὸς νεανιῶν τῶν συγκυνηγῶν Ἱππολύτου,” ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς ᾄδειν τὴν Ἄρτεμιν λέγων “ἔπεσθ᾿ ἀείδοντες.” Ἄλλως. ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ εἰσι τινὲς περὶ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν.