Ancient Greek · ~5 min
602 to 610
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 602-610
Not analysed yet
602. ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν. 605. ναὶ πρός σε: ναὶ, σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς· τῆς καλὸν βραχίονα ἐχούσης· ἐνομίζετο γὰρ κατὰ τῆς δεξιᾶς ἱκετεύειν, ὡς κατὰ τῶν γονάτων. 606. μὴ προσοίσῃ χεῖρα: ὡς μυσαττόμενος καὶ τὴν δεξιὰν αὐτῆς τοῦτό φησιν, ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις. 608. τί δ᾿ ,εἴπερ, ὡς φῆς: τί δὲ ἐκ τῆς διανοίας σιωπῆσαί με θέλεις, εἵπερ οὐδὲν εἴρηκας κακόν; Ἄλλως. ὁρᾅς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων τὴν κακίαν τῇ σιωπῇ, ἐπεὶ εἰ καλά ἐστι, τί με κωλύεις βοᾶν; ἔστι δὲ ὁ λόγος ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου, εἰ δὲ μηδὲν εἴρηκας κακὸν, οὐδέν σε ποιῶ κακὸν, κἂν εἴπω. 609. ὁ μῦθος, ὦ παῖ: παραλογίζεται τὸν νεανίσκον τῇ μεταθέσει τῶν ὀνομάτων, κλέπτουσα τὴν ἀκρόασιν. δέον γὰρ εἰπεῖν οὐ κακός, φησὶν οὐ κοινός, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γάρ φησι μέχρι τινὸς καὶ καλὰ σιωπώμενα. Ἄλλως. ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσι. 610. τά τοι κάλ᾿ :δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην. εἰ γὰρ οὐ κοινὰ, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν.