Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 612
Not analysed yet
612. ἡ γλῶσσ᾿ ὀμώμοχ᾿ :οἷον οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ τίνος ὀμνύω ὤμοσα. τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει παρὰ θεοῦ. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς ἔννοιαν ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησε τῆς σιωπῆς καὶ τῆς διανοίας. ὁ δὲ μὴ προειδὼς ἐφ᾿ ᾧ ὤμοσεν ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενὸς ὀμώμοκεν. Ἀριστοφάνης καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης καὶ μὴ κρίσει τῆς διανοίας. ἄλλως τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτῶν φυλάττων· φησὶ γὰρ “εἰ μὴ λόγοις θεῶν ἄφρακτος ηὑρέθην,” ὤστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας πλάττειν.