Ancient Greek
615 to 618
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 615-618
Not analysed yet
615. σύγγνωθ᾿ · ἁμαρτεῖν: σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ λόγου. εἰκὸς γὰρ ἀνθρώπους ὄντας ἁμαρτάνειν, καὶ πέφυκε τοῦτο τῆς θνητῆς φύσεως, ἁλίσκεσθαι τοῖς ἁμαρτήμασιν. Ἄλλως. διὰ τῆς κοινῆς προστασίας ἀπολύεται τῶν ἰδίων πλημμελημάτων τὴν ἀκολασίαν. 616. ὦ Ζεῦ, τί δή: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος νόσον. φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς, διὰ τί, φησὶν, εἰς τὸ φῶς τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον δὲ τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανὲς δεινόν. 617. οἰκειότατα τῷ προσώπῳ ἡ γυμνασία. πῶς γὰρ ἂν ἀφροδισιασμῶν χωρὶς ἡ φύσις συνίσταιτο; A. B. 618. εἰ γὰρ βρότειον: εἰ γὰρ ἤθελες εἶναι γένος τὸ ἀνθρώπων, ὤφειλες ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλ᾿ ἕκαστον διδόναι ἢ χρυσὸν, ἢ χαλκὸν ἐν τοῖς ναοῖς, καὶ οὕτως ἀγοράζειν. τὸ δὲ ἀντιθέντας ἤτοι ἀνατιθέντας, ἢ ἀντὶ τῶν παίδων τιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα· οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας.