Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 623
Not analysed yet
623. τῆς ἀξίας ἕκαστον: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τὸ ἔργον καὶ ὁμοίως μεταλάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχῃ.