Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 659
Not analysed yet
659. νῦν δ᾿ ἐκ δόμων μέν: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μίσους αὐτῆς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα τοῦτο ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην, καὶ τὴν διαβολὴν αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς μοιχείας.