Ancient Greek · ~7 min
700 to 724
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 700-724
Not analysed yet
700. εἰ δ᾿ εὖ γ᾿ ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς ἐλπίδος, ἐθαυμάζετό μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλ᾿ ἡ τύχη· εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ. 702. ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι, καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν τρώσασάν με· ἐξαρκοῦντα δέ μοί ἐστιν, ἤγουν ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης. 704. μακρηγοροῦμεν: ἀντὶ τοῦ μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν. οὐκ ἐσωφρόνουν ἐγώ. ὁμολογεῖ ἡμαρτηκέναι, ἐπεὶ εἶδεν αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ, τὸ πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλ᾿ ἐξ ἐμῆς ἀνοίας γεγενημένον. 710. ὑμεῖς δὲ, παῖδες: μεταστρέφει τὸν λόγον νῦν πρὸς τὰς γυναῖκας τοῦ χοροῦ. αἱ δὲ ὀμνύουσιν οἰκονομικῶς καὶ σιωπᾶν ἐπαγγέλλονται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως. 715. ἓν δὲ προτρέπουσα: ἀντὶ τοῦ ζητοῦσα καὶ ἐξερευνῶσα. μετατρέπουσα, φησὶ, καὶ πολλὰ δοκιμάζουσα, καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον. 719. οὐ γάρ ποτ᾿ αἰσχυνῶ: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο, ὁ πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει. 721. οὕνεκα ψυχῆς μιᾶς: ἀντὶ τοῦ διασταλτικοῦ τὸ μιᾶς εἶπε. A. ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν. 724. καὶ σύ γ᾿ εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λόγος, ὡς εἰ ἔλεγε, μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει.