Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 728
Not analysed yet
728. ἀτὰρ κακόν γε: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, διὰ τῆς κατηγορίας, ἵν᾿ εἰδῇ, κοινῇ ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν, καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις.