Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 747
Not analysed yet
747. τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός· ὅθεν καὶ Ἄτλας εἴρηται διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι᾿ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δηλοῖ δὲ καὶ τὸ Ὁμηρικὸν “ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.” εἰρῆσθαι δὲ Ἄτλαντα οἱονεὶ πολύτλαντα, διὰ τὸ αὐτὸν πάντα βαστάζειν. ἔχει: κατοικεῖ. Fl. 2.