Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 748
Not analysed yet
748. κρῆναί τ᾿ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται. Ἄλλως. ὑποτίθεται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν τῶν οἴκων τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι.