Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 759
Not analysed yet
759. ἦ γὰρ ἀπ᾿ ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρὸς, ἵν᾿ ᾖ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα ὑπὸ τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἰς τὸ ἔπτατο ἀνῆλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ, φησὶν, ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ.