Ancient Greek · ~6 min
763 to 790
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 763-790
Not analysed yet
763. ἐπ᾿ ἀπείρου τε γᾶς: κυκλοτεροῦς. A. 764. ἀνθ᾿ ὧν: ἀντὶ τοῦ ἀφ᾿ ὧν. ὁ δὲ νοῦς, ἀφ᾿ ὧν τῶν κακοσήμων οἰωνῶν ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη. A. B. 767. ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηὶ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν, καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο. 770. ἅψεται ἀμφὶ βρόχον: ἡ ἀμφί πρὸς τὸ ἅψεται ἀντὶ τοῦ περιάψεται. A. 774. ἀπαλλάσσουσα: ἀντιλαμβανομένη. A. 776. ἰοὺ ἰού: τινὲς βούλονται τὴν τροφὸν ταῦτα ἔσωθεν λέγειν. ἔνιοι δὲ ἐξάγγελον φασί. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων. βοηδρομεῖν δέ ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσι. 780. ἀμφιδέξιον σίδηρον: ἀντὶ τοῦ δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο. ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων. ἅμμα δὲ δεσμὸς σχοινίων. καὶ τὸ ἐξ ἐπισπαστῶν βρόχων ἀντὶ τοῦ τῶν δεδεμένων βρόχων. 785. τὸ πολλὰ πράττειν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐκβαλόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα. 786. ὀρθώσατ᾿ :ἀπορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη, καὶ κατ᾿ ὀρθὸν σχηματίσατε τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δεσποτῶν, ὅ ἐστι τὸν ἀτυχῆ οἰκουρόν. 787. οἰκούρημα: οἰκουρὸς λέγεται ἡ γυνή. M. 790. γυναῖκες, ἴστε τίς: τὸ ἑξῆς, ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο. ἴστε, τίς ποτ᾿ ἐν δόμοις βοή: ἴστε, φησὶ, τίς ἡ βοὴ ἡ ἐν τοῖς οἴκοις, ὁ γυναῖκες; ἠχὼ γὰρ βαρεῖα πρός με ἀφίκετο.