Ancient Greek · ~2 min
752 to 758
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 752-758
Not analysed yet
752. ὦ λευκόπτερε Κρησία: ὦ λευκὰ πτερὰ, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ. A. B. ἑτέρα μοῖρα χορικὴ, ἣ δὴ καὶ τὰ παρόντα θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς, ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις γεγένησαι. 753. διὰ πόντιον: ἡ διά ἀντὶ τῆς κατά. A. B. 758. κακονυμφοτάταν: νυμφευσαμένη τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς τὴν κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν. A. B.