Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 792
Not analysed yet
792. οὐ γάρ τί μ᾿ ὡς θεωρόν: ἀντὶ τοῦ ἀπὸ μαντείας. ἔθος γὰρ εἶχον οἱ ἀρχαῖοι τοῦτο, ὅτε ἤρχοντο ἀπὸ μαντείας, ἐστεφανωμένοι ἤρχοντο, καὶ πάντες τοῦ οἴκου προσεκύνουν αὐτούς. τὸ δὲ ἑξῆς· οὐκέτι μοι ὡς θεωρῷ προσφθέγγεται ὁ οἶκός μου ἀγαθὰ, ἀλλὰ φαῦλα· οὐ γὰρ ὡς θεωρόν με ἀξιοῖ προσκυνεῖν, ἀλλ᾿ ἔχω ἀφελέσθαι τὸν στέφανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ ἐκ θεοῦ στελλόμενοι, ἢ ὕστερον ὑποστρέφοντες.