Ancient Greek
832 to 843
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 832-843
Not analysed yet
832. ἀμπλακίαισι τῶν πάροιθεν: ταῖς ἁμαρτίαις τῶν προγόνων, ὅ ἐστιν, οὐ δι᾿ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν. Ἄλλως. μὴ διὰ τὰς ἁμαρτίας τῶν προτέρων μου, ἤτοι προγόνων, ἀναλαμβάνω τοιαύτην δυστυχίαν παρὰ θεῶν; 834. οὔ σοι τάδ᾿ ,ὦναξ: καὶ ἐν τῇ Ἀλκήστιδι “οὐ γάρ τοι ποῶτος, οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες.” B. I. 835. κεδνὸν λέχος: τὸ φρόνιμον, ἢ τὸ ἐπιμελείας ἄξιον. B. 836. τὸ κατὰ γᾶς θέλω: οἷον θέλω λοιπὸν ἀποθανεῖν. A. B. κνέφος: σκότος. παρὰ τὸ κενὸν εἶναι φάους. A. 840. τίνος κλύω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον, ὅθεν ἀπώλου, τίς ἂν εἴποι τὸ γενόμενον; ἢ ὄντως τὸ δῶμα μάτην ἔχει θεραπόντων ὄχλον; B. I. πόθεν συνέβη μοι, ἤτοι αὕτη ἡ συμφορὰ, μὴ ἄρα ἕνεκα τῶν πρότερον ἡμαρτημένων, μοι, ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται. A. 843. στέγει: τρέφει. A. φέρει. B.