Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 846
Not analysed yet
846. οὐ τλητὸν οὐδὲ ῥητόν: ὃ οὔτε σιωπᾶν δύναμαι, (μέγα γάρ ἐστιν) οὔτε λέγειν. αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου. A. B. I. ἀλλ᾿ ἀπωλόμην: ἡ ἀλλὰ ἀντὶ τοῦ γάρ. A. τὸ δὲ ἔλιπες ἔλιπες, ὦ φίλη, ἀντὶ τοῦ ἀπέθανες, ἔλιπες τὸ ζῆν. καὶ τὸ ἰὼ τάλας ἀντὶ τοῦ τάλαινα· καὶ γὰρ ταῦτα τοῦ χοροῦ φασιν εἶναι. B. I.