Ancient Greek
851 to 866
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 851-866
Not analysed yet
851. νυκτὸς ἀστερωπός: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη, ἡ μετὰ ἀστέρων φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου. ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς. A. B. I. Ἄλλως. ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας. A. 855. τὸ δ᾿ ἐπὶ τῷδε: ἐπὶ πολὺ φρίσσω. διὰ τί γὰρ κακῶς ἀπήγξω, περὶ οὗ φοβοῦμαι μὴ καὶ ἕτερόν τι πάθω κακόν. 859. ἔγραψεν: μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα μὴ ἄλλην μνηστεύσωμαι, ἢ διὰ τὰ τέκνα. 860. θάρσει, τάλαινα: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει, συγγνωστέος δὲ διὰ τὴν παρακειμένην συμφοράν. σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμὸν, τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ. προσσαίνουσί με δὲ ἀντὶ τοῦ ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν. αὐτῆς γάρ εἰσι. ὅθεν ἐπάγει, ἴδω τί λέξαι, ἵνα ἴδω τί θέλει σημᾶναι. 861. οὐκ ἔστι δώμαθʼ: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθοι διὰ τὰ λέκτρα τοῦ Θησέως. A. 864. φέῤ, ἐξελίξας: φέρε δὴ οὖν ἀποκόψω τὸν δεσμὸν τῆς σφραγῖδος τοῦ δακτυλίου, καὶ τὰς περιπλοκὰς ἀναλύσας ἴδω τί βούλεται σημᾶναι ἡ δέλτος αὕτη. 866. ἐκδοχαῖς: κατὰ διαδοχὴν, ἵνα ἴδω πῶς νέα κακὰ ὁ θεὸς ἐπεισφέρει τούτοις τοῖς οἴκοις.