Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 904
Not analysed yet
904. κακὴν ἄῤ αὐτήν: οἱ ἔμποροι τὰ μὲν παρέχουσι, τὰ δὲ λαμβάνουσι, καὶ τοῦτο ἐπʼ ὠφελείᾳ ποιοῦσιν. εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε, τοιαύτην ὁδὸν ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει πραγματεύονται. θέλεις, φησὶν, εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά σε φονεῦσαι, διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως ταύτης. ἔμπορος δὲ διοικήτρια, προνοητικὴ, πρακτική.