Ancient Greek · ~2 min
967 to 973
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 967-973
Not analysed yet
967. οἶδʼ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους ὅτι, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράζῃ, μωρότεροι γίνονται γυναικῶν. 970. τὸ δʼ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ ἄνδρας εἶναι ἐν ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὒ, ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές. 971. νῦν οὖν τί ταῦτα: ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα τὸν νεκρόν. 973. ἔξερρε γαίας: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γενόμενος, καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς τὴν ὑπὸ Ἀθηνᾶς ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν.