Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 938
Not analysed yet
938. εἰ γὰρ κατʼ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος, καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσῃ, ἥτις τοὺς κακοὺς χωρήσει. ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππολύτου. Ἄλλως. εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξάνεται, ἵνα ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούργους. Ἄλλως. εἰσὶ φύσεις ζώων πρὸς ἑτέρας φύσεις ζώων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος “ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονες.” καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις ἡ ἡμετέρα τῶν χωρίων. ὅταν, φησὶν, εἰς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρημίας; ἀλλʼ ἐκεῖ θῆρες. εἰς τὰ ἡμέτερα χωρία; ἀλλʼ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις τοὺς κακοὺς χωρήσει.