Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 977
Not analysed yet
977. οὐ μαρτυρήσει μʼ Ἴσθμιος: Σίνις ἐγένετο, ὅστις εἶχε κράββατον ἀνὰ μέσον τῆς ὁδοῦ, καὶ ἐκράτει τοὺς παριόντας καὶ προσεμέτρει τῷ κραββάτῳ. καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ κονδὸς ἦν, μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ, ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττηθήσομαι, οὐ μὴ πιστεύσῃ ἐκεῖνος ὁ Ἴσθμιος ὅτι ἐγὼ αὐτὸν ἐφόνευσα. Σίνις: υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὁ καὶ Πιτυοκάμπτης.