Ancient Greek · ~7 min
979 to 993
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 979-993
Not analysed yet
979. Σκειρωνίδες: ὁ Σκείρων ἐν Μεγάροις ἦν, τύραννος ἄξενος, ὃν τῇ χελώνῃ ἔρριψεν ὁ Θησεύς. Σκειρωνίδες δὲ πέτραι καλοῦνται ἀπὸ τοῦ Σκείρωνος τοῦ τὴν χελώνην τρέφοντος, οὗ μέμνηται Καλλίμαχος. οὗτος ἠνάγκαζε τοὺς παριόντας νίπτειν τοὺς πόδας αὐτοῦ, καὶ λακτιζομένους ὑπʼ αὐτοῦ βρῶμα ἐποίει γίνεσθαι χελώνης. Θησεὺς δὲ τοῦτον ὑπεράνω τῆς κεφαλῆς ῥίψας εἰς τὴν θάλασσαν ἐποίησε βρωθῆναι ὑπὸ τῆς χελώνης. 983. πάτερ, μένος μέν: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ διάνοια τῶν σῶν φρενῶν· ἀλλʼ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα τοῦτο, οὐ καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ νοῆσαι ἐκεῖνον, ὅτι ἡ Φαίδρα αὐτοῦ ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης. ξύστασις: πύκνωσις, λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται. A. B. 984. τὸ μέντοι πρᾶγμα: τοῦτο τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατʼ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατʼ ἐμοῦ δικαίαν τὴν μέμψιν. 987. ἐγὼ δʼ ἄκομψος: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν, ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νικήσω. ἀναιδῶν γάρ ἐστιν ἐν ὄχλῳ δημηγορεῖν εἰς ἥλικας, ἤτοι εἰς ὁμήλικας καὶ σοφούς. 988. ἔχει δὲ μοῖραν: ἀντὶ τοῦ ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς λόγον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος· καὶ τοὐναντίον, φησὶν, οἱ παῤ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν. 992. ὅθεν μʼ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτα, ὡς διαφθερῶν ἄνθρωπον ἀπολογίαν οὐκ ἔχοντα. ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας, ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα. Ἄλλως. θεωρεῖς με, ὅτι οὐκ ἀναβλέπω πρὸς σὲ καὶ οὐκ ἀντιλέγω τοῖς ὑπὸ σοῦ λεγομένοις, καὶ διανοῇ ὅτι ἐγὼ αὐτὴν διέφθειρα. ὑπῆλθες: ὑπέδραμες, παρελογίσω. Fl. 6. 993. κοὐκ ἀντιλέξοντʼ: περισσὸς ὁ καί. A. B.