Ancient Greek · ~7 min
996 to 1013
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 996-1013
Not analysed yet
996. ἐπίσταμαι γάρ: ἀντὶ τοῦ φίλος εἰμὶ τῶν δικαίων ἀνθρώπων, μήτʼ ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις ἐν κακοῖς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις τοὺς προαδικοῦντας. Ἄλλως. ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας, μηδὲ θέλοντας ἀδικεῖν. 998. ἀλλʼ οἷσιν αἰδώς: ἀλλʼ ἐν οἷς πρόσεστιν ἡ αἰσχύνη, καὶ μὴ ὁμιλοῦσι κακὰ, μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι, μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλευομένοις. 1000. οὐκ ἐγγελαστής: οἷον οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλʼ ἀρετῆς χάριν. Ἄλλως. καὶ οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς πρὸς ἐμὲ οὖσι, καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι, καὶ τὴν αὐτὴν διάθεσιν ἔχω πρὸς ἀμφοτέρους. Ἄλλως. οὐκ· εἰμὶ ἐγὼ ἐγγελαστὴς, οἷον οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς. 1001. ἀλλʼ αὐτὸς οὐ παροῦσι: ἀλλʼ ὡς μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν. A. B. αὑτός: ὁ ὅμοιος. A. φίλος: γρ. καὶ φίλοις. B. 1002. ἑνὸς δʼ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με μιανθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν. 1005. γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμαιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνο κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος. 1010. ἢ σὸν οἰκήσειν δόμον: ἢ τοὺς σοὺς γάμους λαβεῖν προσεσόκησα καὶ τὸν σὸν οἶκον ὥσπερ κληρονομίαν τινὰ λαβεῖν. ἢ οὕτως, ἠθέλησα μετὰ τοῦ δόμου καὶ τὴν ἔγκληρον καὶ εὔπορόν σου λαβεῖν εὐνήν. A. 1011. ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν, καὶ τὴν εὔπορόν σου κοίτην. Ἄλλως. μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυ'ναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην. 1012. οὐδαμοῦ μὲν οὖν φρενῶν: οὐδαμοῦ, φησί, συνέσεως ἤμην ἐγὼ τοιαῦτα ἐννοούμενος. 1013. ἀλλʼ ὡς τυραννεῖν: οὐδαμῶς σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκστῇ τῶν φρενῶν. τὸ δὲ ἑξῆς, εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία.