Ancient Greek · ~4 min
1016 to 1032
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1016-1032
Not analysed yet
1016. ἐγὼ δʼ ἀγῶνας μέν: ἐγὼ δὲ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος. 1019. πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν, ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες ἐν κινδύνοις διάγουσιν. 1022. εἰ μὲν γὰρ ἦν μοι: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν, τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει, (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμʼ ἐγὼ) οἷα ἐγῶ, καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς. Ἄλλως. εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγὼ, ὅ ἐστιν, εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις. 1027. μηδʼ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν ποτε τοῦ μιγῆναι τῇ σῇ κοίτῃ, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν. 1028. ἡ τἄῤ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ, ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι. B. I. 1032. εἰ δʼ ἥδε δειμαίνουσ’: εἰ δὲ ἑαυτὴν ἐφόνευσε, φοβουμένη, ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα. A. Fl. 6. 15.