Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 430
Not analysed yet
430. ἔνθʼ αἱματηρός: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. ἀκύρως δὲ κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι εἶπεν ἀφρώδη πέλανον διὰ τὴν λευκότητα. οὕτως γὰρ ἔλεγον πελάνους τὰ πόπανα ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ἀπὸ τῆς παιπάλης· ἀπὸ γὰρ τοῦ λεπτοτάτου κατασκευάζονται· καὶ Ὅμηρος τὸ λευκᾶναι παλῦναι “ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας.” ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. Fl. 1. 2.