Ancient Greek · ~7 min
440 to 502
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 440-502
Not analysed yet
440. φυσήματα: πνεύματα. Fl. 2. 442. πορπήμασιν: ἐνδύμασιν. Fl. 2. 446. κυβεύων: ἀνωμάλως διατιθέμενος, ἐκ μεταφορᾶς τῆς κύβης. Fl. 469. ἀποινάσαιο: εἰσπράξαιο, τιμωρήσαιο. 474. εἰ τοῦ παρόντος: πολλὰ ἂν εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς κακοῦ τὴν παλαιὰν λάβοιμι κατάστασιν. 480. οὐ τούσδʼ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες; 481. κοὐ μεμφόμεσθά γʼ: καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὅμως ἐλαύνομεν αὐτοὺς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος ἀλλ᾿ ἔτι μέν μίν φημι ἄδην ἐλάαν κακότητος, ὅ ἐστιν ἐμφορηθῆναι. 482. οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διεπραξάμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων. 483. ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὔ. ἀντὶ τοῦ ἡδέως εἶχες καὶ τοῦ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃν Ἕκτωρ “ναὶ” φησὶ “παραιτοῦμαι τὸ παθεῖν, πολλῆς γὰρ ἄρχω τυραννίδος,” οἷον τὰ ἐνταῦθα ἀρκεῖ μοι. Ἄλλως. οἷον τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ παραιτῇ. 485. ἀλλʼ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι. 494. ἀλλὰ μηνίων: μηνίων. τινές φασιν ὅτι οὐ δύναται ὑφʼ ἓν εἶναι μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παῤ Ὁμήρῳ συστολὴ αὐτοῦ· αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος. διὸ καὶ οὕτως ἀναγνῶναι οὐδὲν κωλύει τῆς χρήσεως ἐχούσης. 499. κρότημʼ Ὀδυσσεύς: οἷον συγκρότημα, μηχάνημα καὶ ἱκανῶς τὸ φρόνημα θρασύς. 502. κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε· μέμνηται δὲ αὐτοῦ Ὅμηρος θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν.