Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 508
Not analysed yet
508. Θυμβραῖον ἀμφὶ βωμόν: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς παρὰ τοῖς τραγῳδοῖς ἡμαρτημένοις φησὶν οὕτως “ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου στάδια πεντήκοντα ἀπέχον τῆς πόλεως πλησίον τῶν πυλῶν εἶναί φησι.” δύναται δὲ καὶ στίζεσθαι εἰς τὸ βωμόν, ἢ ἄστεος πέλας. οὐδὲν γὰρ τὸ κωλῦον.