Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 509
Not analysed yet
509. κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ Τερμέρου, ἵνʼ ᾖ παρὰ τὴν παροιμίαν “Τερμέρια κακά,” ὑπὲρ ὧν Φίλιππος ἐν τῷ περὶ Καρῶν συγγράμματί φησιν οὕτως· Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν. τοῦτον δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπʼ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ ἐκπλεῖν.