Ancient Greek
1 to 6
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1-6
Not analysed yet
1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα. 6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.