Ancient Greek · ~3 min
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 9
Not analysed yet
9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο. εἶτα οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.