Ancient Greek
101 to 120
Scholia In Euripidem, Scholia in Euripidis Troiades 101-120
Not analysed yet
101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας. 103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. 108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων. 113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι. 117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά. 119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους. 120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.