Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 99
Not analysed yet
99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.