Ancient Greek · ~5 min
32 to 96
Scholia In Euripidem, Scholia in Euripidis Troiades 32-96
Not analysed yet
32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν. 36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται. 41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει. 44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.” 51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν. 61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον. 89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας. 96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿ ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.