Ancient Greek
1.1 to 1.2
Scholia in Homerum, Scholia in Iliadum 1.1-9-2
Not analysed yet
1. ὣς οἱ μὲν Τρῶες] καλῶς εἶπεν· οἱ μὲν γὰρ Τρῶες τὰς φυλα- κὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτὸς, οἱ δὲ Ἕλληνες εἴχοντο ὑπὸ τοῦ δέους. 2. φύζα φόβου κρυόεντος ἑταίρη] ὅτι φύζα ἀεὶ μὲν σημαίνει τὴν μετὰ δέους φυγὴν, ὅθεν καὶ “φυζακίνῃς ἐλάφοισι (Il. 13, 102)· νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν· κρυόεις δὲ φόβος ὁ ψνχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας. ὅρα δὲ τὸ ἀντί- θετον πῶς ἑνὶ ῥήματι ἐδήλωσε, Τρῶες ἔχον, Ἀχαιοὺς ἔχε.