Ancient Greek
1.226 to 1.227
Scholia in Homerum, Scholia in Iliadum 1.226-4-227
Not analysed yet
562. χίλιʼ] ὅτι Ζηνόδοτος γράφει μύρια. ἐπιφέρει δὲ “ἐν δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ,” ὥστε γίνεσθαι μυριάδας πεντή- κοντα. ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμφώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἐλλήνων συνίστησιν. 563. παρʼ ἑκάστῳ δὲ σέλᾳ πυρὸς, τουτέστι παρʼ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄνδρες. ἐκ τούτων δʼ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριάδες ἦσαν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.