Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.104-4
Not analysed yet
221. Ἰφιδάμας] ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται πρὸς τὸ δεύτερον πρότε- ρον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θράκην ἐξεληλύθει, καὶ ἦν πατρὸς) Τρωός· γεννηθεῖσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι· οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης. ἡ διπλῆ δὲ, ὅτι ὡς ἐμπνευσθεὶς ἀντ- αποδέδωκε καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος “τίς τʼ ἄρ σφωε θεῶν,ʼ εἶτα “Λητοῦς καὶ Διὸς υἱός”