Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.109-5
Not analysed yet
242. ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ συνεργὸν λέγει. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ ἑταρίσσαιτο (Il. 13, 456) ἀντὶ τοῦ συνεργὸν λάβοι. κελεύετέ μʼ αὐτὸν] Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικὸν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο. ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσ- ώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης καἰ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν, ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέσθαι.