Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.121
Not analysed yet
180. Μυρμιδόνεσσιν ἄνασσε] Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας Ζεὺς κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας τὴν προειρημένην ἔγκυον ἐποίησεν, ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρὰ Σισύφου καὶ τὸν ἁρπάσαντα καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει. μὴ μελλήσας οὖν ἔσπευσε. μέλ- λων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δʼ ὁ Ἀσωπὸς καὶ μηδʼ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δʼ ὁ Ζεὺς τιμωρήσασθαι τὸν μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτο μέγεθος πέτρου ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους· ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν.