Ancient Greek
1.125 to 1.126
Scholia in Homerum, Scholia in Iliadum 1.125-5-126
Not analysed yet
223. νεῦσʼ Αἴας Φοίνικι] διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων· ἐνόησε δὲ Ὀδυσσεύς. ζητεῖται δὲ διὰ τί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. ῥητέον δὲ ὅτι καὶ μάλα εἰκότως. οὐδὲ γὰρ μία ἦν ἐλπὶς προαποτυχόντων τῶν οἰκείων αὐτοῦ· ἐβούλετο δὲ προεκκενώσας τὴν ὀργὴν ἀναγκάσαι τι τοῖς οἰκείοις προσδοθῆναι χάριτος. 224. πλησάμενος δʼ οἴνοιο δέπας] πρὸς τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ἰρέγοντες τὰ ποτήρια. δεῖ δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ ὑπέθηκε “καί μιν φωνήσας.”