Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.127-4
Not analysed yet
225. χαῖρʼ, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευὴς ἠμὲν— ἠδὲ καὶ ἐνθάδε νῦν] τὸ ἑξῆς ἐστὶ “δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα.” ἐκεῖνα γὰρ μεταξὺ τέθειται “ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν.” οὕτως Ἡρωδιανός. χαῖρ’, Ἀχιλεῦ] ὅτι προστιθέασι τὸ σ, οὐκ ἐπιδευεῖς, κακῶς. οὗτοι δὲ καὶ τὸ ἐξῆς περισπῶσιν “ἧμεν ἐνὶ κλισίῃ,” ἴνʼ ᾖ ᾗμεν ἐτνγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ σ.